Livre de Job
29,11 ὅτι οὖς ἤκουσεν καὶ ἐμακάρισέν με, ὀφθαλμὸς δὲ ἰδών με ἐξέκλινεν. ( ) 29,12 διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ ὀρφανῷ, ᾧ οὐκ ἦν βοηθός, ἐβοήθησα· ( ) 29,13 εὐλογία ἀπολλυμένου ἐπ ἐμὲ ἔλθοι, στόμα δὲ χήρας με εὐλόγησεν. ( ) 29,14 δικαιοσύνην δὲ ἐνεδεδύκειν, ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοίδι. ( ) 29,15 ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν. ( )

29,16 ἐγὼ ἤμην πατὴρ ἀδυνάτων, δίκην δέ, ἣν οὐκ ᾔδειν, ἐξιχνίασα·


( )
29,17 συνέτριψα δὲ μύλας ἀδίκων, ἐκ δὲ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξέσπασα. ( ) 29,18 εἶπα δέ Ἡ ἡλικία μου γηράσει, ὥσπερ στέλεχος φοίνικος πολὺν χρόνον βιώσω· ( ) 29,19 ἡ ῥίζα μου διήνοικται ἐπὶ ὕδατος, καὶ δρόσος αὐλισθήσεται ἐν τῷ θερισμῷ μου· ( ) 29,20 ἡ δόξα μου καινὴ μετ ἐμοῦ, καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτοῦ πορεύσεται. ( ) 29,21 ἐμοῦ ἀκούσαντες προσέσχον, ἐσιώπησαν δὲ ἐπὶ τῇ ἐμῇ βουλῇ· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 36