Livre de Job
28,19 οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας, χρυσίῳ καθαρῷ οὐ συμβασταχθήσεται. ( ) 28,20 ἡ δὲ σοφία πόθεν εὑρέθη., ποῖος δὲ τόπος ἐστὶν τῆς συνέσεως., ( ) 28,21 λέληθεν πάντα ἄνθρωπον καὶ ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ ἐκρύβη· ( ) 28,22 ἡ ἀπώλεια καὶ ὁ θάνατος εἶπαν Ἀκηκόαμεν δὲ αὐτῆς τὸ κλέος. ( ) 28,23 ὁ θεὸς εὖ συνέστησεν αὐτῆς τὴν ὁδόν, αὐτὸς δὲ οἶδεν τὸν τόπον αὐτῆς· ( )

28,24 αὐτὸς γὰρ τὴν ὑπ οὐρανὸν πᾶσαν ἐφορᾷ εἰδὼς τὰ ἐν τῇ γῇ πάντα, ἃ ἐποίησεν,


( )
28,25 ἀνέμων σταθμὸν ὕδατός τε μέτρα· ( ) 28,26 ὅτε ἐποίησεν οὕτως, ὑετὸν ἠρίθμησεν καὶ ὁδὸν ἐν τινάγματι φωνάς· ( ) 28,27 τότε εἶδεν αὐτὴν καὶ ἐξηγήσατο αὐτήν, ἑτοιμάσας ἐξιχνίασεν. ( ) 28,28 εἶπεν δὲ ἀνθρώπῳ Ἰδοὺ ἡ θεοσέβειά ἐστιν σοφία, τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη. ( ) 29,1 Ἔτι δὲ προσθεὶς Ιωβ εἶπεν τῷ προοιμίῳ ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 36