Livre de Job
28,11 βάθη δὲ ποταμῶν ἀνεκάλυψεν, ἔδειξεν δὲ ἑαυτοῦ δύναμιν εἰς φῶς. ( ) 28,12 ἡ δὲ σοφία πόθεν εὑρέθη., ποῖος δὲ τόπος ἐστὶν τῆς ἐπιστήμης., ( ) 28,13 οὐκ οἶδεν βροτὸς ὁδὸν αὐτῆς, οὐδὲ μὴ εὑρεθῇ ἐν ἀνθρώποις. ( ) 28,14 ἄβυσσος εἶπεν Οὐκ ἔστιν ἐν ἐμοί· καὶ θάλασσα εἶπεν Οὐκ ἔστιν μετ ἐμοῦ. ( ) 28,15 οὐ δώσει συγκλεισμὸν ἀντ αὐτῆς, καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμα αὐτῆς· ( )

28,16 καὶ οὐ συμβασταχθήσεται χρυσίῳ Ωφιρ, ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ·


( )
28,17 οὐκ ἰσωθήσεται αὐτῇ χρυσίον καὶ ὕαλος καὶ τὸ ἄλλαγμα αὐτῆς σκεύη χρυσᾶ· ( ) 28,18 μετέωρα καὶ γαβις οὐ μνησθήσεται, καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα· ( ) 28,19 οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας, χρυσίῳ καθαρῷ οὐ συμβασταχθήσεται. ( ) 28,20 ἡ δὲ σοφία πόθεν εὑρέθη., ποῖος δὲ τόπος ἐστὶν τῆς συνέσεως., ( ) 28,21 λέληθεν πάντα ἄνθρωπον καὶ ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ ἐκρύβη· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 36