Livre de Job
28,7 τρίβος, οὐκ ἔγνω αὐτὴν πετεινόν, καὶ οὐ παρέβλεψεν αὐτὴν ὀφθαλμὸς γυπός· ( ) 28,8 οὐκ ἐπάτησαν αὐτὴν υἱοὶ ἀλαζόνων, οὐ παρῆλθεν ἐπ αὐτῆς λέων. ( ) 28,9 ἐν ἀκροτόμῳ ἐξέτεινεν χεῖρα αὐτοῦ, κατέστρεψεν δὲ ἐκ ῥιζῶν ὄρη· ( ) 28,10 δίνας δὲ ποταμῶν ἔρρηξεν, πᾶν δὲ ἔντιμον εἶδέν μου ὁ ὀφθαλμός· ( ) 28,11 βάθη δὲ ποταμῶν ἀνεκάλυψεν, ἔδειξεν δὲ ἑαυτοῦ δύναμιν εἰς φῶς. ( )

28,12 ἡ δὲ σοφία πόθεν εὑρέθη., ποῖος δὲ τόπος ἐστὶν τῆς ἐπιστήμης.,


( )
28,13 οὐκ οἶδεν βροτὸς ὁδὸν αὐτῆς, οὐδὲ μὴ εὑρεθῇ ἐν ἀνθρώποις. ( ) 28,14 ἄβυσσος εἶπεν Οὐκ ἔστιν ἐν ἐμοί· καὶ θάλασσα εἶπεν Οὐκ ἔστιν μετ ἐμοῦ. ( ) 28,15 οὐ δώσει συγκλεισμὸν ἀντ αὐτῆς, καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμα αὐτῆς· ( ) 28,16 καὶ οὐ συμβασταχθήσεται χρυσίῳ Ωφιρ, ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ· ( ) 28,17 οὐκ ἰσωθήσεται αὐτῇ χρυσίον καὶ ὕαλος καὶ τὸ ἄλλαγμα αὐτῆς σκεύη χρυσᾶ· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 36