Livre de Job
27,18 ἀπέβη δὲ ὁ οἶκος αὐτοῦ ὥσπερ σῆτες καὶ ὥσπερ ἀράχνη. ( ) 27,19 πλούσιος κοιμηθεὶς καὶ οὐ προσθήσει, ὀφθαλμοὺς αὐτοῦ διήνοιξεν καὶ οὐκ ἔστιν. ( ) 27,20 συνήντησαν αὐτῷ ὥσπερ ὕδωρ αἱ ὀδύναι, νυκτὶ δὲ ὑφείλατο αὐτὸν γνόφος· ( ) 27,21 ἀναλήμψεται αὐτὸν καύσων καὶ ἀπελεύσεται καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ. ( ) 27,22 καὶ ἐπιρρίψει ἐπ αὐτὸν καὶ οὐ φείσεται· ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται· ( )

27,23 κροτήσει ἐπ αὐτοῦ χεῖρας αὐτοῦ καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.


( )
28,1 ἔστιν γὰρ ἀργυρίῳ τόπος, ὅθεν γίνεται, τόπος δὲ χρυσίῳ, ὅθεν διηθεῖται. ( ) 28,2 σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται, χαλκὸς δὲ ἴσα λίθῳ λατομεῖται. ( ) 28,3 τάξιν ἔθετο σκότει, καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται· λίθος σκοτία καὶ σκιὰ θανάτου, ( ) 28,4 διακοπὴ χειμάρρου ἀπὸ κονίας· οἱ δὲ ἐπιλανθανόμενοι ὁδὸν δικαίαν ἠσθένησαν ἐκ βροτῶν. ( ) 28,5 γῆ, ἐξ αὐτῆς ἐξελεύσεται ἄρτος, ὑποκάτω αὐτῆς ἐστράφη ὡσεὶ πῦρ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 35