Livre de Job
26,12 ἰσχύι κατέπαυσεν τὴν θάλασσαν, ἐπιστήμῃ δὲ ἔτρωσε τὸ κῆτος· ( ) 26,13 κλεῖθρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν, προστάγματι δὲ ἐθανάτωσεν δράκοντα ἀποστάτην. ( ) 26,14 ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ, καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτῷ· σθένος δὲ βροντῆς αὐτοῦ τίς οἶδεν ὁπότε ποιήσει., ( ) 27,1 Ἔτι δὲ προσθεὶς Ιωβ εἶπεν τῷ προοιμίῳ ( ) 27,2 Ζῇ κύριος, ὃς οὕτω με κέκρικεν, καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν, ( )

27,3 ἦ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισίν,


( )
27,4 μὴ λαλήσειν τὰ χείλη μου ἄνομα, οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα. ( ) 27,5 μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι, ἕως ἂν ἀποθάνω· οὐ γὰρ ἀπαλλάξω μου τὴν ἀκακίαν. ( ) 27,6 δικαιοσύνῃ δὲ προσέχων οὐ μὴ προῶμαι· οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας. ( ) 27,7 οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν, καὶ οἱ ἐπ ἐμὲ ἐπανιστανόμενοι ὥσπερ ἡ ἀπώλεια τῶν παρα νόμων. ( ) 27,8 καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ ὅτι ἐπέχει., πεποιθὼς ἐπὶ κύριον ἆρα σωθήσεται., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 35