Livre de Job
25,6 ἔα δέ, ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ. ( ) 26,1 Ὑπολαβὼν δὲ Ιωβ λέγει ( ) 26,2 Τίνι πρόσκεισαι ἢ τίνι μέλλεις βοηθεῖν., πότερον οὐχ ᾧ πολλὴ ἰσχὺς καὶ ᾧ βραχίων κραταιός ἐστιν., ( ) 26,3 τίνι συμβεβούλευσαι., οὐχ ᾧ πᾶσα σοφία., ἢ τίνι ἐπακολουθήσεις., οὐχ ᾧ μεγίστη δύναμις., ( ) 26,4 τίνι ἀνήγγειλας ῥήματα., πνοὴ δὲ τίνος ἐστὶν ἡ ἐξελθοῦσα ἐκ σοῦ., ( )

26,5 μὴ γίγαντες μαιωθήσονται ὑποκάτωθεν ὕδατος καὶ τῶν γειτόνων αὐτοῦ.,


( )
26,6 γυμνὸς ὁ ᾅδης ἐπώπιον αὐτοῦ, καὶ οὐκ ἔστιν περιβόλαιον τῇ ἀπωλείᾳ. ( ) 26,7 ἐκτείνων βορέαν ἐπ οὐδέν, κρεμάζων γῆν ἐπὶ οὐδενός· ( ) 26,8 δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ, καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτοῦ· ( ) 26,9 ὁ κρατῶν πρόσωπον θρόνου, ἐκπετάζων ἐπ αὐτὸν νέφος αὐτοῦ. ( ) 26,10 πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος μέχρι συντελείας φωτὸς μετὰ σκότους. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 35