Livre de Job
23,1 Ὑπολαβὼν δὲ Ιωβ λέγει ( ) 23,2 Καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς ἐστιν, καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ ἐμῷ στεναγμῷ. ( ) 23,3 τίς δ ἄρα γνοίη ὅτι εὕροιμι αὐτὸν καὶ ἔλθοιμι εἰς τέλος., ( ) 23,4 εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, τὸ δὲ στόμα μου ἐμπλήσαιμι ἐλέγχων· ( ) 23,5 γνῴην δὲ ῥήματα, ἅ μοι ἐρεῖ, αἰσθοίμην δὲ τίνα μοι ἀπαγγελεῖ. ( )

23,6 καὶ εἰ ἐν πολλῇ ἰσχύι ἐπελεύσεταί μοι, εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται·


( )
23,7 ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ αὐτοῦ, ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου. ( ) 23,8 εἰς γὰρ πρῶτα πορεύσομαι καὶ οὐκέτι εἰμί· τὰ δὲ ἐπ ἐσχάτοις τί οἶδα., ( ) 23,9 ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον· περιβαλεῖ δεξιά, καὶ οὐκ ὄψομαι. ( ) 23,10 οἶδεν γὰρ ἤδη ὁδόν μου, διέκρινεν δέ με ὥσπερ τὸ χρυσίον. ( ) 23,11 ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτοῦ· ὁδοὺς γὰρ αὐτοῦ ἐφύλαξα καὶ οὐ μὴ ἐκκλίνω. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 35