Livre de Job
22,29 ὅτι ἐταπείνωσεν αὐτόν, καὶ ἐρεῖς Ὑπερηφανεύσατο, καὶ κύφοντα ὀφθαλμοῖς σώσει· ( ) 22,30 ῥύσεται ἀθῷον, καὶ διασώθητι ἐν καθαραῖς χερσίν σου. ( ) 23,1 Ὑπολαβὼν δὲ Ιωβ λέγει ( ) 23,2 Καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς ἐστιν, καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ ἐμῷ στεναγμῷ. ( ) 23,3 τίς δ ἄρα γνοίη ὅτι εὕροιμι αὐτὸν καὶ ἔλθοιμι εἰς τέλος., ( )

23,4 εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, τὸ δὲ στόμα μου ἐμπλήσαιμι ἐλέγχων·


( )
23,5 γνῴην δὲ ῥήματα, ἅ μοι ἐρεῖ, αἰσθοίμην δὲ τίνα μοι ἀπαγγελεῖ. ( ) 23,6 καὶ εἰ ἐν πολλῇ ἰσχύι ἐπελεύσεταί μοι, εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται· ( ) 23,7 ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ αὐτοῦ, ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου. ( ) 23,8 εἰς γὰρ πρῶτα πορεύσομαι καὶ οὐκέτι εἰμί· τὰ δὲ ἐπ ἐσχάτοις τί οἶδα., ( ) 23,9 ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον· περιβαλεῖ δεξιά, καὶ οὐκ ὄψομαι. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 35