Livre de Job
22,26 εἶτα παρρησιασθήσῃ ἔναντι κυρίου ἀναβλέψας εἰς τὸν οὐρανὸν ἱλαρῶς· ( ) 22,27 εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου, δώσει δέ σοι ἀποδοῦναι τὰς εὐχάς· ( ) 22,28 ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης, ἐπὶ δὲ ὁδοῖς σου ἔσται φέγγος. ( ) 22,29 ὅτι ἐταπείνωσεν αὐτόν, καὶ ἐρεῖς Ὑπερηφανεύσατο, καὶ κύφοντα ὀφθαλμοῖς σώσει· ( ) 22,30 ῥύσεται ἀθῷον, καὶ διασώθητι ἐν καθαραῖς χερσίν σου. ( )

23,1 Ὑπολαβὼν δὲ Ιωβ λέγει


19926 Bible des Peuples sur titre chapitre 2023-11-11: Job répond à Élifaz

3941 Bible des peuples sur verset 2018-12-24: Job revient à ce qu’il a déjà dit sur le Dieu qui nous observe sans qu’on puisse le rencontrer. Voir le commentaire en Job*7 à propos de cette rébellion qui est en partie derrière l’athéisme.

( )
23,2 Καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς ἐστιν, καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ ἐμῷ στεναγμῷ. ( ) 23,3 τίς δ ἄρα γνοίη ὅτι εὕροιμι αὐτὸν καὶ ἔλθοιμι εἰς τέλος., ( ) 23,4 εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, τὸ δὲ στόμα μου ἐμπλήσαιμι ἐλέγχων· ( ) 23,5 γνῴην δὲ ῥήματα, ἅ μοι ἐρεῖ, αἰσθοίμην δὲ τίνα μοι ἀπαγγελεῖ. ( ) 23,6 καὶ εἰ ἐν πολλῇ ἰσχύι ἐπελεύσεταί μοι, εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 35