Livre de Job
22,17 οἱ λέγοντες Κύριος τί ποιήσει ἡμῖν., ἢ τί ἐπάξεται ἡμῖν ὁ παντοκράτωρ., ( ) 22,18 ὃς δὲ ἐνέπλησεν τοὺς οἴκους αὐτῶν ἀγαθῶν, βουλὴ δὲ ἀσεβῶν πόρρω ἀπ αὐτοῦ. ( ) 22,19 ἰδόντες δίκαιοι ἐγέλασαν, ἄμεμπτος δὲ ἐμυκτήρισεν. ( ) 22,20 εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτῶν, καὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ. ( ) 22,21 γενοῦ δὴ σκληρός, ἐὰν ὑπομείνῃς· εἶτ ὁ καρπός σου ἔσται ἐν ἀγαθοῖς. ( )

22,22 ἔκλαβε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν καρδίᾳ σου.


( )
22,23 ἐὰν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι κυρίου, πόρρω ἐποίησας ἀπὸ διαίτης σου τὸ ἄδικον. ( ) 22,24 θήσῃ ἐπὶ χώματι ἐν πέτρᾳ καὶ ὡς πέτρᾳ χειμάρρους Ωφιρ. ( ) 22,25 ἔσται οὖν σου ὁ παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν, καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον. ( ) 22,26 εἶτα παρρησιασθήσῃ ἔναντι κυρίου ἀναβλέψας εἰς τὸν οὐρανὸν ἱλαρῶς· ( ) 22,27 εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου, δώσει δέ σοι ἀποδοῦναι τὰς εὐχάς· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 35