Livre de Job
22,15 μὴ τρίβον αἰώνιον φυλάξεις, ἣν ἐπάτησαν ἄνδρες ἄδικοι, ( ) 22,16 οἳ συνελήμφθησαν ἄωροι., ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐτῶν ( ) 22,17 οἱ λέγοντες Κύριος τί ποιήσει ἡμῖν., ἢ τί ἐπάξεται ἡμῖν ὁ παντοκράτωρ., ( ) 22,18 ὃς δὲ ἐνέπλησεν τοὺς οἴκους αὐτῶν ἀγαθῶν, βουλὴ δὲ ἀσεβῶν πόρρω ἀπ αὐτοῦ. ( ) 22,19 ἰδόντες δίκαιοι ἐγέλασαν, ἄμεμπτος δὲ ἐμυκτήρισεν. ( )

22,20 εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτῶν, καὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ.


( )
22,21 γενοῦ δὴ σκληρός, ἐὰν ὑπομείνῃς· εἶτ ὁ καρπός σου ἔσται ἐν ἀγαθοῖς. ( ) 22,22 ἔκλαβε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν καρδίᾳ σου. ( ) 22,23 ἐὰν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι κυρίου, πόρρω ἐποίησας ἀπὸ διαίτης σου τὸ ἄδικον. ( ) 22,24 θήσῃ ἐπὶ χώματι ἐν πέτρᾳ καὶ ὡς πέτρᾳ χειμάρρους Ωφιρ. ( ) 22,25 ἔσται οὖν σου ὁ παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν, καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 35