Livre de Job
22,12 μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾷ, τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν., ( ) 22,13 καὶ εἶπας Τί ἔγνω ὁ ἰσχυρός., ἦ κατὰ τοῦ γνόφου κρινεῖ., ( ) 22,14 νέφη ἀποκρυφὴ αὐτοῦ, καὶ οὐχ ὁραθήσεται καὶ γῦρον οὐρανοῦ διαπορεύσεται. ( ) 22,15 μὴ τρίβον αἰώνιον φυλάξεις, ἣν ἐπάτησαν ἄνδρες ἄδικοι, ( ) 22,16 οἳ συνελήμφθησαν ἄωροι., ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐτῶν ( )

22,17 οἱ λέγοντες Κύριος τί ποιήσει ἡμῖν., ἢ τί ἐπάξεται ἡμῖν ὁ παντοκράτωρ.,


( )
22,18 ὃς δὲ ἐνέπλησεν τοὺς οἴκους αὐτῶν ἀγαθῶν, βουλὴ δὲ ἀσεβῶν πόρρω ἀπ αὐτοῦ. ( ) 22,19 ἰδόντες δίκαιοι ἐγέλασαν, ἄμεμπτος δὲ ἐμυκτήρισεν. ( ) 22,20 εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτῶν, καὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ. ( ) 22,21 γενοῦ δὴ σκληρός, ἐὰν ὑπομείνῃς· εἶτ ὁ καρπός σου ἔσται ἐν ἀγαθοῖς. ( ) 22,22 ἔκλαβε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν καρδίᾳ σου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 35