Livre de Job
22,8 ἐθαύμασας δέ τινων πρόσωπον, ᾤκισας δὲ τοὺς ἐπὶ τῆς γῆς· ( ) 22,9 χήρας δὲ ἐξαπέστειλας κενάς, ὀρφανοὺς δὲ ἐκάκωσας. ( ) 22,10 τοιγαροῦν ἐκύκλωσάν σε παγίδες, καὶ ἐσπούδασέν σε πόλεμος ἐξαίσιος· ( ) 22,11 τὸ φῶς σοι σκότος ἀπέβη, κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψεν. ( ) 22,12 μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾷ, τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν., ( )

22,13 καὶ εἶπας Τί ἔγνω ὁ ἰσχυρός., ἦ κατὰ τοῦ γνόφου κρινεῖ.,


( )
22,14 νέφη ἀποκρυφὴ αὐτοῦ, καὶ οὐχ ὁραθήσεται καὶ γῦρον οὐρανοῦ διαπορεύσεται. ( ) 22,15 μὴ τρίβον αἰώνιον φυλάξεις, ἣν ἐπάτησαν ἄνδρες ἄδικοι, ( ) 22,16 οἳ συνελήμφθησαν ἄωροι., ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐτῶν ( ) 22,17 οἱ λέγοντες Κύριος τί ποιήσει ἡμῖν., ἢ τί ἐπάξεται ἡμῖν ὁ παντοκράτωρ., ( ) 22,18 ὃς δὲ ἐνέπλησεν τοὺς οἴκους αὐτῶν ἀγαθῶν, βουλὴ δὲ ἀσεβῶν πόρρω ἀπ αὐτοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 35