Livre de Job
22,5 πότερον οὐχ ἡ κακία σού ἐστιν πολλή, ἀναρίθμητοι δέ σού εἰσιν αἱ ἁμαρτίαι., ( ) 22,6 ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διὰ κενῆς, ἀμφίασιν δὲ γυμνῶν ἀφείλου· ( ) 22,7 οὐδὲ ὕδωρ διψῶντας ἐπότισας, ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν· ( ) 22,8 ἐθαύμασας δέ τινων πρόσωπον, ᾤκισας δὲ τοὺς ἐπὶ τῆς γῆς· ( ) 22,9 χήρας δὲ ἐξαπέστειλας κενάς, ὀρφανοὺς δὲ ἐκάκωσας. ( )

22,10 τοιγαροῦν ἐκύκλωσάν σε παγίδες, καὶ ἐσπούδασέν σε πόλεμος ἐξαίσιος·


( )
22,11 τὸ φῶς σοι σκότος ἀπέβη, κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψεν. ( ) 22,12 μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾷ, τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν., ( ) 22,13 καὶ εἶπας Τί ἔγνω ὁ ἰσχυρός., ἦ κατὰ τοῦ γνόφου κρινεῖ., ( ) 22,14 νέφη ἀποκρυφὴ αὐτοῦ, καὶ οὐχ ὁραθήσεται καὶ γῦρον οὐρανοῦ διαπορεύσεται. ( ) 22,15 μὴ τρίβον αἰώνιον φυλάξεις, ἣν ἐπάτησαν ἄνδρες ἄδικοι, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 35