Livre de Job
22,1 Ὑπολαβὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει ( ) 22,2 Πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην., ( ) 22,3 τί γὰρ μέλει τῷ κυρίῳ, ἐὰν σὺ ἦσθα τοῖς ἔργοις ἄμεμπτος., ἢ ὠφέλεια ὅτι ἁπλώσῃς τὴν ὁδόν σου., ( ) 22,4 ἦ λόγον σου ποιούμενος ἐλέγξει σε καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν., ( ) 22,5 πότερον οὐχ ἡ κακία σού ἐστιν πολλή, ἀναρίθμητοι δέ σού εἰσιν αἱ ἁμαρτίαι., ( )

22,6 ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διὰ κενῆς, ἀμφίασιν δὲ γυμνῶν ἀφείλου·


3939 Bible des peuples sur verset 2018-12-24: Le Deutéronome limite les droits de celui qui saisit en gage les biens du pauvre lorsqu’il ne peut pas rembourser.

( )
22,7 οὐδὲ ὕδωρ διψῶντας ἐπότισας, ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν· ( ) 22,8 ἐθαύμασας δέ τινων πρόσωπον, ᾤκισας δὲ τοὺς ἐπὶ τῆς γῆς· ( ) 22,9 χήρας δὲ ἐξαπέστειλας κενάς, ὀρφανοὺς δὲ ἐκάκωσας. ( ) 22,10 τοιγαροῦν ἐκύκλωσάν σε παγίδες, καὶ ἐσπούδασέν σε πόλεμος ἐξαίσιος· ( ) 22,11 τὸ φῶς σοι σκότος ἀπέβη, κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψεν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 35