Livre de Job
21,12 ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ. ( ) 21,13 συνετέλεσαν δὲ ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν, ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν. ( ) 21,14 λέγει δὲ κυρίῳ Ἀπόστα ἀπ ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι· ( ) 21,15 τί ἱκανός, ὅτι δουλεύσομεν αὐτῷ., καὶ τίς ὠφέλεια, ὅτι ἀπαντήσομεν αὐτῷ., ( ) 21,16 ἐν χερσὶν γὰρ ἦν αὐτῶν τὰ ἀγαθά, ἔργα δὲ ἀσεβῶν οὐκ ἐφορᾷ. ( )

21,17 οὐ μὴν δὲ ἀλλὰ καὶ ἀσεβῶν λύχνος σβεσθήσεται, ἐπελεύσεται δὲ αὐτοῖς ἡ καταστροφή, ὠδῖνες δὲ αὐτοὺς ἕξουσιν ἀπὸ ὀργῆς.


( Ps 17,29 , )
21,18 ἔσονται δὲ ὥσπερ ἄχυρα πρὸ ἀνέμου ἢ ὥσπερ κονιορτός, ὃν ὑφείλατο λαῖλαψ. ( ) 21,19 ἐκλίποι υἱοὺς τὰ ὑπάρχοντα αὐτοῦ· ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται. ( ) 21,20 ἴδοισαν οἱ ὀφθαλμοὶ αὐτοῦ τὴν ἑαυτοῦ σφαγήν, ἀπὸ δὲ κυρίου μὴ διασωθείη· ( ) 21,21 ὅτι τί θέλημα αὐτοῦ ἐν οἴκῳ αὐτοῦ μετ αὐτόν., καὶ ἀριθμοὶ μηνῶν αὐτοῦ διῃρέθησαν. ( ) 21,22 πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην., αὐτὸς δὲ φόνους διακρινεῖ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 35