Livre de Job
21,10 ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησεν, διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφαλεν. ( ) 21,11 μένουσιν δὲ ὡς πρόβατα αἰώνια, τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν ( ) 21,12 ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ. ( ) 21,13 συνετέλεσαν δὲ ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν, ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν. ( ) 21,14 λέγει δὲ κυρίῳ Ἀπόστα ἀπ ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι· ( )

21,15 τί ἱκανός, ὅτι δουλεύσομεν αὐτῷ., καὶ τίς ὠφέλεια, ὅτι ἀπαντήσομεν αὐτῷ.,


( )
21,16 ἐν χερσὶν γὰρ ἦν αὐτῶν τὰ ἀγαθά, ἔργα δὲ ἀσεβῶν οὐκ ἐφορᾷ. ( ) 21,17 οὐ μὴν δὲ ἀλλὰ καὶ ἀσεβῶν λύχνος σβεσθήσεται, ἐπελεύσεται δὲ αὐτοῖς ἡ καταστροφή, ὠδῖνες δὲ αὐτοὺς ἕξουσιν ἀπὸ ὀργῆς. ( Ps 17,29 , ) 21,18 ἔσονται δὲ ὥσπερ ἄχυρα πρὸ ἀνέμου ἢ ὥσπερ κονιορτός, ὃν ὑφείλατο λαῖλαψ. ( ) 21,19 ἐκλίποι υἱοὺς τὰ ὑπάρχοντα αὐτοῦ· ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται. ( ) 21,20 ἴδοισαν οἱ ὀφθαλμοὶ αὐτοῦ τὴν ἑαυτοῦ σφαγήν, ἀπὸ δὲ κυρίου μὴ διασωθείη· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 35