Livre de Job
20,20 οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσιν, ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται. ( ) 20,21 οὐκ ἔστιν ὑπόλειμμα τοῖς βρώμασιν αὐτοῦ· διὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά. ( ) 20,22 ὅταν δὲ δοκῇ ἤδη πεπληρῶσθαι, θλιβήσεται, πᾶσα δὲ ἀνάγκη ἐπ αὐτὸν ἐπελεύσεται. ( ) 20,23 εἴ πως πληρώσαι γαστέρα αὐτοῦ, ἐπαποστείλαι ἐπ αὐτὸν θυμὸν ὀργῆς, νίψαι ἐπ αὐτὸν ὀδύνας· ( ) 20,24 καὶ οὐ μὴ σωθῇ ἐκ χειρὸς σιδήρου, τρώσαι αὐτὸν τόξον χάλκειον· ( Ps 17,35 , )

20,25 διεξέλθοι δὲ διὰ σώματος αὐτοῦ βέλος, ἀστραπαὶ δὲ ἐν διαίταις αὐτοῦ περιπατήσαισαν· ἐπ αὐτῷ φόβοι.


( )
20,26 πᾶν δὲ σκότος αὐτῷ ὑπομείναι· κατέδεται αὐτὸν πῦρ ἄκαυστον, κακώσαι δὲ αὐτοῦ ἐπήλυτος τὸν οἶκον. ( ) 20,27 ἀνακαλύψαι δὲ αὐτοῦ ὁ οὐρανὸς τὰς ἀνομίας, γῆ δὲ ἐπανασταίη αὐτῷ. ( ) 20,28 ἑλκύσαι τὸν οἶκον αὐτοῦ ἀπώλεια εἰς τέλος, ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ. ( ) 20,29 αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ κυρίου καὶ κτῆμα ὑπαρχόντων αὐτῷ παρὰ τοῦ ἐπισκόπου. ( ) 21,1 Ὑπολαβὼν δὲ Ιωβ λέγει ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 35