Livre de Job
20,13 οὐ φείσεται αὐτῆς καὶ οὐκ ἐγκαταλείψει αὐτὴν καὶ συνέξει αὐτὴν ἐν μέσῳ τοῦ λάρυγγος αὐτοῦ. ( ) 20,14 καὶ οὐ μὴ δυνηθῇ βοηθῆσαι ἑαυτῷ· χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ. ( ) 20,15 πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεσθήσεται, ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος. ( ) 20,16 θυμὸν δὲ δρακόντων θηλάσειεν, ἀνέλοι δὲ αὐτὸν γλῶσσα ὄφεως. ( ) 20,17 μὴ ἴδοι ἄμελξιν νομάδων μηδὲ νομὰς μέλιτος καὶ βουτύρου. ( )

20,18 εἰς κενὰ καὶ μάταια ἐκοπίασεν πλοῦτον, ἐξ οὗ οὐ γεύσεται, ὥσπερ στρίφνος ἀμάσητος ἀκατάποτος.


( )
20,19 πολλῶν γὰρ ἀδυνάτων οἴκους ἔθλασεν, δίαιταν δὲ ἥρπασεν καὶ οὐκ ἔστησεν. ( ) 20,20 οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσιν, ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται. ( ) 20,21 οὐκ ἔστιν ὑπόλειμμα τοῖς βρώμασιν αὐτοῦ· διὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά. ( ) 20,22 ὅταν δὲ δοκῇ ἤδη πεπληρῶσθαι, θλιβήσεται, πᾶσα δὲ ἀνάγκη ἐπ αὐτὸν ἐπελεύσεται. ( ) 20,23 εἴ πως πληρώσαι γαστέρα αὐτοῦ, ἐπαποστείλαι ἐπ αὐτὸν θυμὸν ὀργῆς, νίψαι ἐπ αὐτὸν ὀδύνας· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 35