Livre de Job
19,20 ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου, τὰ δὲ ὀστᾶ μου ἐν ὀδοῦσιν ἔχεται. ( ) 19,21 ἐλεήσατέ με, ἐλεήσατέ με, ὦ φίλοι· χεὶρ γὰρ κυρίου ἡ ἁψαμένη μού ἐστιν. ( ) 19,22 διὰ τί δέ με διώκετε ὥσπερ καὶ ὁ κύριος, ἀπὸ δὲ σαρκῶν μου οὐκ ἐμπίπλασθε., ( ) 19,23 τίς γὰρ ἂν δῴη γραφῆναι τὰ ῥήματά μου, τεθῆναι δὲ αὐτὰ ἐν βιβλίῳ εἰς τὸν αἰῶνα ( ) 19,24 ἐν γραφείῳ σιδηρῷ καὶ μολίβῳ ἢ ἐν πέτραις ἐγγλυφῆναι., ( )

19,25 οἶδα γὰρ ὅτι ἀέναός ἐστιν ὁ ἐκλύειν με μέλλων ἐπὶ γῆς.


3936 Bible des peuples sur verset 2018-12-24: Même si l’on souligne le besoin d’être justifié et réhabilité qui inspire ce texte, Job attend une résurrection qui lui permette d’assister à son propre jugement. On a déjà là le chemin propre de la Bible dans la recherche de l’au-delà. L’étape suivante sera l’attente d’une résurrection pour les martyrs de la foi.

( )
19,26 ἀναστήσαι τὸ δέρμα μου τὸ ἀνατλῶν ταῦτα· παρὰ γὰρ κυρίου ταῦτά μοι συνετελέσθη, ( ) 19,27 ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι, ἃ ὁ ὀφθαλμός μου ἑόρακεν καὶ οὐκ ἄλλος· πάντα δέ μοι συντετέλεσται ἐν κόλπῳ. ( ) 19,28 εἰ δὲ καὶ ἐρεῖτε Τί ἐροῦμεν ἔναντι αὐτοῦ., καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ· ( ) 19,29 εὐλαβήθητε δὴ καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος· θυμὸς γὰρ ἐπ ἀνόμους ἐπελεύσεται, καὶ τότε γνώσονται ποῦ ἐστιν αὐτῶν ἡ ὕλη. ( ) 20,1 Ὑπολαβὼν δὲ Σωφαρ ὁ Μιναῖος λέγει ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 35