Livre de Job
18,16 ὑποκάτωθεν αἱ ῥίζαι αὐτοῦ ξηρανθήσονται, καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ. ( ) 18,17 τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς, καὶ ὑπάρχει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρω. ( ) 18,18 ἀπώσειεν αὐτὸν ἐκ φωτὸς εἰς σκότος. ( ) 18,19 οὐκ ἔσται ἐπίγνωστος ἐν λαῷ αὐτοῦ, οὐδὲ σεσῳσμένος ἐν τῇ ὑπ οὐρανὸν ὁ οἶκος αὐτοῦ, ἀλλ ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι. ( ) 18,20 ἐπ αὐτῷ ἐστέναξαν ἔσχατοι, πρώτους δὲ ἔσχεν θαῦμα. ( )

18,21 οὗτοί εἰσιν οἶκοι ἀδίκων, οὗτος δὲ ὁ τόπος τῶν μὴ εἰδότων τὸν κύριον.


( )
19,1 Ὑπολαβὼν δὲ Ιωβ λέγει ( ) 19,2 Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου καὶ καθαιρεῖτε με λόγοις., ( ) 19,3 γνῶτε μόνον ὅτι ὁ κύριος ἐποίησέ με οὕτως· καταλαλεῖτέ μου, οὐκ αἰσχυνόμενοί με ἐπίκεισθέ μοι. ( ) 19,4 ναὶ δὴ ἐπ ἀληθείας ἐγὼ ἐπλανήθην, παρ ἐμοὶ δὲ αὐλίζεται πλάνος λαλῆσαι ῥῆμα, ὃ οὐκ ἔδει, τὰ δὲ ῥήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ. ( ) 19,5 ἔα δὲ ὅτι ἐπ ἐμοὶ μεγαλύνεσθε, ἐνάλλεσθε δέ μοι ὀνείδει. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 35