Livre de Job
18,4 κέχρηταί σοι ὀργή. τί γάρ., ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἡ ὑπ οὐρανόν., ἢ καταστραφήσεται ὄρη ἐκ θεμελίων., ( ) 18,5 καὶ φῶς ἀσεβῶν σβεσθήσεται, καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ· ( ) 18,6 τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ, ὁ δὲ λύχνος ἐπ αὐτῷ σβεσθήσεται. ( ) 18,7 θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ, σφάλαι δὲ αὐτοῦ ἡ βουλή. ( ) 18,8 ἐμβέβληται δὲ ὁ ποὺς αὐτοῦ ἐν παγίδι· ἐν δικτύῳ ἑλιχθείη. ( )

18,9 ἔλθοισαν δὲ ἐπ αὐτὸν παγίδες· κατισχύσει ἐπ αὐτὸν διψῶντας.


( )
18,10 κέκρυπται ἐν τῇ γῇ σχοινίον αὐτοῦ καὶ ἡ σύλλημψις αὐτοῦ ἐπὶ τρίβων. ( ) 18,11 κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι, πολλοὶ δὲ περὶ πόδας αὐτοῦ ἔλθοισαν ἐν λιμῷ στενῷ. ( ) 18,12 πτῶμα δὲ αὐτῷ ἡτοίμασται ἐξαίσιον. ( ) 18,13 βρωθείησαν αὐτοῦ κλῶνες ποδῶν, κατέδεται δὲ τὰ ὡραῖα αὐτοῦ θάνατος. ( ) 18,14 ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις, σχοίη δὲ αὐτὸν ἀνάγκη αἰτίᾳ βασιλικῇ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 35