Livre de Job
18,1 Ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει ( ) 18,2 Μέχρι τίνος οὐ παύσῃ., ἐπίσχες, ἵνα καὶ αὐτοὶ λαλήσωμεν. ( ) 18,3 διὰ τί ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου., ( ) 18,4 κέχρηταί σοι ὀργή. τί γάρ., ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἡ ὑπ οὐρανόν., ἢ καταστραφήσεται ὄρη ἐκ θεμελίων., ( ) 18,5 καὶ φῶς ἀσεβῶν σβεσθήσεται, καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ· ( )

18,6 τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ, ὁ δὲ λύχνος ἐπ αὐτῷ σβεσθήσεται.


( )
18,7 θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ, σφάλαι δὲ αὐτοῦ ἡ βουλή. ( ) 18,8 ἐμβέβληται δὲ ὁ ποὺς αὐτοῦ ἐν παγίδι· ἐν δικτύῳ ἑλιχθείη. ( ) 18,9 ἔλθοισαν δὲ ἐπ αὐτὸν παγίδες· κατισχύσει ἐπ αὐτὸν διψῶντας. ( ) 18,10 κέκρυπται ἐν τῇ γῇ σχοινίον αὐτοῦ καὶ ἡ σύλλημψις αὐτοῦ ἐπὶ τρίβων. ( ) 18,11 κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι, πολλοὶ δὲ περὶ πόδας αὐτοῦ ἔλθοισαν ἐν λιμῷ στενῷ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 35