Livre de Job
17,14 θάνατον ἐπεκαλεσάμην πατέρα μου εἶναι, μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν. ( ) 17,15 ποῦ οὖν μου ἔτι ἐστὶν ἡ ἐλπίς., ἦ τὰ ἀγαθά μου ὄψομαι., ( ) 17,16 ἦ μετ ἐμοῦ εἰς ᾅδην καταβήσονται, ἢ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβησόμεθα., ( ) 18,1 Ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει ( ) 18,2 Μέχρι τίνος οὐ παύσῃ., ἐπίσχες, ἵνα καὶ αὐτοὶ λαλήσωμεν. ( )

18,3 διὰ τί ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου.,


( )
18,4 κέχρηταί σοι ὀργή. τί γάρ., ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἡ ὑπ οὐρανόν., ἢ καταστραφήσεται ὄρη ἐκ θεμελίων., ( ) 18,5 καὶ φῶς ἀσεβῶν σβεσθήσεται, καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ· ( ) 18,6 τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ, ὁ δὲ λύχνος ἐπ αὐτῷ σβεσθήσεται. ( ) 18,7 θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ, σφάλαι δὲ αὐτοῦ ἡ βουλή. ( ) 18,8 ἐμβέβληται δὲ ὁ ποὺς αὐτοῦ ἐν παγίδι· ἐν δικτύῳ ἑλιχθείη. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 35