Livre de Job
17,5 τῇ μερίδι ἀναγγελεῖ κακίας, ὀφθαλμοὶ δέ μου ἐφ υἱοῖς ἐτάκησαν. ( ) 17,6 ἔθου δέ με θρύλημα ἐν ἔθνεσιν, γέλως δὲ αὐτοῖς ἀπέβην· ( ) 17,7 πεπώρωνται γὰρ ἀπὸ ὀργῆς οἱ ὀφθαλμοί μου, πεπολιόρκημαι μεγάλως ὑπὸ πάντων. ( ) 17,8 θαῦμα ἔσχεν ἀληθινοὺς ἐπὶ τούτῳ· δίκαιος δὲ ἐπὶ παρανόμῳ ἐπανασταίη· ( ) 17,9 σχοίη δὲ πιστὸς τὴν ἑαυτοῦ ὁδόν, καθαρὸς δὲ χεῖρας ἀναλάβοι θάρσος. ( )

17,10 οὐ μὴν δὲ ἀλλὰ πάντες ἐρείδετε, καὶ δεῦτε δή· οὐ γὰρ εὑρίσκω ἐν ὑμῖν ἀληθές.


( )
17,11 αἱ ἡμέραι μου παρῆλθον ἐν βρόμῳ, ἐρράγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου. ( ) 17,12 νύκτα εἰς ἡμέραν ἔθηκαν, φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους. ( ) 17,13 ἐὰν γὰρ ὑπομείνω, ᾅδης μου ὁ οἶκος, ἐν δὲ γνόφῳ ἔστρωταί μου ἡ στρωμνή. ( ) 17,14 θάνατον ἐπεκαλεσάμην πατέρα μου εἶναι, μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν. ( ) 17,15 ποῦ οὖν μου ἔτι ἐστὶν ἡ ἐλπίς., ἦ τὰ ἀγαθά μου ὄψομαι., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 35