Livre de Job
16,20 ἀφίκοιτό μου ἡ δέησις πρὸς κύριον, ἔναντι δὲ αὐτοῦ στάζοι μου ὁ ὀφθαλμός. ( ) 16,21 εἴη δὲ ἔλεγχος ἀνδρὶ ἔναντι κυρίου καὶ υἱὸς ἀνθρώπου τῷ πλησίον αὐτοῦ. ( ) 16,22 ἔτη δὲ ἀριθμητὰ ἥκασιν, ὁδῷ δέ, ᾗ οὐκ ἐπαναστραφήσομαι, πορεύσομαι. ( ) 17,1 ὀλέκομαι πνεύματι φερόμενος, δέομαι δὲ ταφῆς καὶ οὐ τυγχάνω. ( ) 17,2 λίσσομαι κάμνων, καὶ τί ποιήσας., ( )

17,3 ἔκλεψαν δέ μου τὰ ὑπάρχοντα ἀλλότριοι. τίς ἐστιν οὗτος., τῇ χειρί μου συνδεθήτω.


( )
17,4 ὅτι καρδίαν αὐτῶν ἔκρυψας ἀπὸ φρονήσεως, διὰ τοῦτο οὐ μὴ ὑψώσῃς αὐτούς. ( ) 17,5 τῇ μερίδι ἀναγγελεῖ κακίας, ὀφθαλμοὶ δέ μου ἐφ υἱοῖς ἐτάκησαν. ( ) 17,6 ἔθου δέ με θρύλημα ἐν ἔθνεσιν, γέλως δὲ αὐτοῖς ἀπέβην· ( ) 17,7 πεπώρωνται γὰρ ἀπὸ ὀργῆς οἱ ὀφθαλμοί μου, πεπολιόρκημαι μεγάλως ὑπὸ πάντων. ( ) 17,8 θαῦμα ἔσχεν ἀληθινοὺς ἐπὶ τούτῳ· δίκαιος δὲ ἐπὶ παρανόμῳ ἐπανασταίη· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 35