Livre de Job
16,12 εἰρηνεύοντα διεσκέδασέν με, λαβών με τῆς κόμης διέτιλεν, κατέστησέν με ὥσπερ σκοπόν. ( ) 16,13 ἐκύκλωσάν με λόγχαις βάλλοντες εἰς νεφρούς μου οὐ φειδόμενοι, ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου· ( ) 16,14 κατέβαλόν με πτῶμα ἐπὶ πτώματι, ἔδραμον πρός με δυνάμενοι. ( ) 16,15 σάκκον ἔρραψα ἐπὶ βύρσης μου, τὸ δὲ σθένος μου ἐν γῇ ἐσβέσθη. ( ) 16,16 ἡ γαστήρ μου συγκέκαυται ἀπὸ κλαυθμοῦ, ἐπὶ δὲ βλεφάροις μου σκιά. ( )

16,17 ἄδικον δὲ οὐδὲν ἦν ἐν χερσίν μου, εὐχὴ δέ μου καθαρά.


( )
16,18 γῆ, μὴ ἐπικαλύψῃς ἐφ αἵματι τῆς σαρκός μου, μηδὲ εἴη τόπος τῇ κραυγῇ μου. ( ) 16,19 καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις. ( ) 16,20 ἀφίκοιτό μου ἡ δέησις πρὸς κύριον, ἔναντι δὲ αὐτοῦ στάζοι μου ὁ ὀφθαλμός. ( ) 16,21 εἴη δὲ ἔλεγχος ἀνδρὶ ἔναντι κυρίου καὶ υἱὸς ἀνθρώπου τῷ πλησίον αὐτοῦ. ( ) 16,22 ἔτη δὲ ἀριθμητὰ ἥκασιν, ὁδῷ δέ, ᾗ οὐκ ἐπαναστραφήσομαι, πορεύσομαι. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 35