Livre de Job
16,4 κἀγὼ καθ ὑμᾶς λαλήσω, εἰ ὑπέκειτό γε ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς· εἶτ ἐναλοῦμαι ὑμῖν ῥήμασιν, κινήσω δὲ καθ ὑμῶν κεφαλήν· ( ) 16,5 εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου, κίνησιν δὲ χειλέων οὐ φείσομαι. ( ) 16,6 ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα· ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι., ( ) 16,7 νῦν δὲ κατάκοπόν με πεποίηκεν, μωρόν, σεσηπότα, ( ) 16,8 καὶ ἐπελάβου μου, εἰς μαρτύριον ἐγενήθη· καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου, κατὰ πρόσωπόν μου ἀνταπεκρίθη. ( )

16,9 ὀργῇ χρησάμενος κατέβαλέν με, ἔβρυξεν ἐπ ἐμὲ τοὺς ὀδόντας, βέλη πειρατῶν αὐτοῦ ἐπ ἐμοὶ ἔπεσεν.


( )
16,10 ἀκίσιν ὀφθαλμῶν ἐνήλατο, ὀξεῖ ἔπαισέν με εἰς σιαγόνα, ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπ ἐμοί. ( ) 16,11 παρέδωκεν γάρ με ὁ κύριος εἰς χεῖρας ἀδίκου, ἐπὶ δὲ ἀσεβέσιν ἔρριψέν με· ( ) 16,12 εἰρηνεύοντα διεσκέδασέν με, λαβών με τῆς κόμης διέτιλεν, κατέστησέν με ὥσπερ σκοπόν. ( ) 16,13 ἐκύκλωσάν με λόγχαις βάλλοντες εἰς νεφρούς μου οὐ φειδόμενοι, ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου· ( ) 16,14 κατέβαλόν με πτῶμα ἐπὶ πτώματι, ἔδραμον πρός με δυνάμενοι. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 35