Livre de Job
15,32 ἡ τομὴ αὐτοῦ πρὸ ὥρας φθαρήσεται, καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ· ( ) 15,33 τρυγηθείη δὲ ὥσπερ ὄμφαξ πρὸ ὥρας, ἐκπέσοι δὲ ὡς ἄνθος ἐλαίας. ( ) 15,34 μαρτύριον γὰρ ἀσεβοῦς θάνατος, πῦρ δὲ καύσει οἴκους δωροδεκτῶν. ( ) 15,35 ἐν γαστρὶ δὲ λήμψεται ὀδύνας, ἀποβήσεται δὲ αὐτῷ κενά, ἡ δὲ κοιλία αὐτοῦ ὑποίσει δόλον. ( ) 16,1 Ὑπολαβὼν δὲ Ιωβ λέγει ( )

16,2 Ἀκήκοα τοιαῦτα πολλά· παρακλήτορες κακῶν πάντες.


( )
16,3 τί γάρ., μὴ τάξις ἐστὶν ῥήμασιν πνεύματος., ἢ τί παρενοχλήσει σοι, ὅτι ἀποκρίνῃ., ( ) 16,4 κἀγὼ καθ ὑμᾶς λαλήσω, εἰ ὑπέκειτό γε ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς· εἶτ ἐναλοῦμαι ὑμῖν ῥήμασιν, κινήσω δὲ καθ ὑμῶν κεφαλήν· ( ) 16,5 εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου, κίνησιν δὲ χειλέων οὐ φείσομαι. ( ) 16,6 ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα· ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι., ( ) 16,7 νῦν δὲ κατάκοπόν με πεποίηκεν, μωρόν, σεσηπότα, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 35