Livre de Job
15,13 ὅτι θυμὸν ἔρρηξας ἔναντι κυρίου, ἐξήγαγες δὲ ἐκ στόματος ῥήματα τοιαῦτα., ( ) 15,14 τίς γὰρ ὢν βροτός, ὅτι ἔσται ἄμεμπτος, ἢ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός., ( Ps 142,2 , ) 15,15 εἰ κατὰ ἁγίων οὐ πιστεύει, οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτοῦ. ( ) 15,16 ἔα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρτος, ἀνὴρ πίνων ἀδικίας ἴσα ποτῷ. ( ) 15,17 ἀναγγελῶ δέ σοι, ἄκουέ μου· ἃ δὴ ἑώρακα, ἀναγγελῶ σοι, ( )

15,18 ἃ σοφοὶ ἐροῦσιν καὶ οὐκ ἔκρυψαν πατέρας αὐτῶν·


( )
15,19 αὐτοῖς μόνοις ἐδόθη ἡ γῆ, καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπ αὐτούς. ( ) 15,20 πᾶς ὁ βίος ἀσεβοῦς ἐν φροντίδι, ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάστῃ, ( ) 15,21 ὁ δὲ φόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ· ὅταν δοκῇ ἤδη εἰρηνεύειν, ἥξει αὐτοῦ ἡ καταστροφή. ( ) 15,22 μὴ πιστευέτω ἀποστραφῆναι ἀπὸ σκότους· ἐντέταλται γὰρ ἤδη εἰς χεῖρας σιδήρου, ( ) 15,23 κατατέτακται δὲ εἰς σῖτα γυψίν· οἶδεν δὲ ἐν ἑαυτῷ ὅτι μένει εἰς πτῶμα. ἡμέρα δὲ αὐτὸν σκοτεινὴ στροβήσει, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 35