Livre de Job
14,19 λίθους ἐλέαναν ὕδατα, καὶ κατέκλυσεν ὕδατα ὕπτια τοῦ χώματος τῆς γῆς· καὶ ὑπομονὴν ἀνθρώπου ἀπώλεσας. ( ) 14,20 ὦσας αὐτὸν εἰς τέλος, καὶ ᾤχετο· ἐπέστησας αὐτῷ τὸ πρόσωπον καὶ ἐξαπέστειλας· ( ) 14,21 πολλῶν δὲ γενομένων τῶν υἱῶν αὐτοῦ οὐκ οἶδεν, ἐὰν δὲ ὀλίγοι γένωνται, οὐκ ἐπίσταται· ( ) 14,22 ἀλλ ἢ αἱ σάρκες αὐτοῦ ἤλγησαν, ἡ δὲ ψυχὴ αὐτοῦ ἐπένθησεν. ( ) 15,1 Ὑπολαβὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει ( )

15,2 Πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεύματος καὶ ἐνέπλησεν πόνον γαστρὸς


( )
15,3 ἐλέγχων ἐν ῥήμασιν, οἷς οὐ δεῖ, ἐν λόγοις, οἷς οὐδὲν ὄφελος., ( ) 15,4 οὐ καὶ σὺ ἀπεποιήσω φόβον, συνετελέσω δὲ ῥήματα τοιαῦτα ἔναντι τοῦ κυρίου., ( ) 15,5 ἔνοχος εἶ ῥήμασιν στόματός σου οὐδὲ διέκρινας ῥήματα δυναστῶν· ( ) 15,6 ἐλέγξαι σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ, τὰ δὲ χείλη σου καταμαρτυρήσουσίν σου. ( ) 15,7 τί γάρ., μὴ πρῶτος ἀνθρώπων ἐγενήθης., ἢ πρὸ θινῶν ἐπάγης., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 35