Livre de Job
13,23 πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ αἱ ἀνομίαι μου., δίδαξόν με τίνες εἰσίν. ( ) 13,24 διὰ τί ἀπ ἐμοῦ κρύπτῃ, ἥγησαι δέ με ὑπεναντίον σοι., ( ) 13,25 ἦ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ ἢ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι., ( ) 13,26 ὅτι κατέγραψας κατ ἐμοῦ κακά, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας, ( ) 13,27 ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι, ἐφύλαξας δέ μου πάντα τὰ ἔργα, εἰς δὲ ῥίζας τῶν ποδῶν μου ἀφίκου· ( )

13,28 ὃ παλαιοῦται ἴσα ἀσκῷ ἢ ὥσπερ ἱμάτιον σητόβρωτον.


19917 Bible des Peuples sur titre chapitre 2023-11-11: L'homme, né de la femme, que sa vie est courte !

( )
14,1 βροτὸς γὰρ γεννητὸς γυναικὸς ὀλιγόβιος καὶ πλήρης ὀργῆς ( ) 14,2 ἢ ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπεσεν, ἀπέδρα δὲ ὥσπερ σκιὰ καὶ οὐ μὴ στῇ. ( ) 14,3 οὐχὶ καὶ τούτου λόγον ἐποιήσω καὶ τοῦτον ἐποίησας εἰσελθεῖν ἐν κρίματι ἐνώπιόν σου., ( ) 14,4 τίς γὰρ καθαρὸς ἔσται ἀπὸ ῥύπου., ἀλλ οὐθείς. ( ) 14,5 ἐὰν καὶ μία ἡμέρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς, ἀριθμητοὶ δὲ μῆνες αὐτοῦ παρὰ σοί, εἰς χρόνον ἔθου, καὶ οὐ μὴ ὑπερβῇ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 34