Livre de Job
13,21 τὴν χεῖρα ἀπ ἐμοῦ ἀπέχου, καὶ ὁ φόβος σου μή με καταπλησσέτω. ( ) 13,22 εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι· ἢ λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν. ( ) 13,23 πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ αἱ ἀνομίαι μου., δίδαξόν με τίνες εἰσίν. ( ) 13,24 διὰ τί ἀπ ἐμοῦ κρύπτῃ, ἥγησαι δέ με ὑπεναντίον σοι., ( ) 13,25 ἦ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ ἢ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι., ( )

13,26 ὅτι κατέγραψας κατ ἐμοῦ κακά, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας,


( )
13,27 ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι, ἐφύλαξας δέ μου πάντα τὰ ἔργα, εἰς δὲ ῥίζας τῶν ποδῶν μου ἀφίκου· ( ) 13,28 ὃ παλαιοῦται ἴσα ἀσκῷ ἢ ὥσπερ ἱμάτιον σητόβρωτον. ( ) 14,1 βροτὸς γὰρ γεννητὸς γυναικὸς ὀλιγόβιος καὶ πλήρης ὀργῆς ( ) 14,2 ἢ ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπεσεν, ἀπέδρα δὲ ὥσπερ σκιὰ καὶ οὐ μὴ στῇ. ( ) 14,3 οὐχὶ καὶ τούτου λόγον ἐποιήσω καὶ τοῦτον ἐποίησας εἰσελθεῖν ἐν κρίματι ἐνώπιόν σου., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 34