Livre de Job
13,17 ἀκούσατε ἀκούσατε τὰ ῥήματά μου· ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων. ( ) 13,18 ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου, οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι. ( ) 13,19 τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι., ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω. ( ) 13,20 δυεῖν δέ μοι χρήσῃ· τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβήσομαι· ( ) 13,21 τὴν χεῖρα ἀπ ἐμοῦ ἀπέχου, καὶ ὁ φόβος σου μή με καταπλησσέτω. ( )

13,22 εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι· ἢ λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν.


( )
13,23 πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ αἱ ἀνομίαι μου., δίδαξόν με τίνες εἰσίν. ( ) 13,24 διὰ τί ἀπ ἐμοῦ κρύπτῃ, ἥγησαι δέ με ὑπεναντίον σοι., ( ) 13,25 ἦ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ ἢ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι., ( ) 13,26 ὅτι κατέγραψας κατ ἐμοῦ κακά, περιέθηκας δέ μοι νεότητος ἁμαρτίας, ( ) 13,27 ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι, ἐφύλαξας δέ μου πάντα τὰ ἔργα, εἰς δὲ ῥίζας τῶν ποδῶν μου ἀφίκου· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 34