Livre de Job
11,5 ἀλλὰ πῶς ἂν ὁ κύριος λαλήσαι πρὸς σέ., καὶ ἀνοίξει χείλη αὐτοῦ μετὰ σοῦ. ( ) 11,6 εἶτα ἀναγγελεῖ σοι δύναμιν σοφίας, ὅτι διπλοῦς ἔσται τῶν κατὰ σέ· καὶ τότε γνώσῃ ὅτι ἄξιά σοι ἀπέβη ἀπὸ κυρίου ὧν ἡμάρτηκας. ( ) 11,7 ἦ ἴχνος κυρίου εὑρήσεις ἢ εἰς τὰ ἔσχατα ἀφίκου, ἃ ἐποίησεν ὁ παντοκράτωρ., ( ) 11,8 ὑψηλὸς ὁ οὐρανός, καὶ τί ποιήσεις., βαθύτερα δὲ τῶν ἐν ᾅδου τί οἶδας., ( ) 11,9 ἢ μακρότερα μέτρου γῆς ἢ εὔρους θαλάσσης., ( )

11,10 ἐὰν δὲ καταστρέψῃ τὰ πάντα, τίς ἐρεῖ αὐτῷ Τί ἐποίησας.,


( )
11,11 αὐτὸς γὰρ οἶδεν ἔργα ἀνόμων, ἰδὼν δὲ ἄτοπα οὐ παρόψεται. ( ) 11,12 ἄνθρωπος δὲ ἄλλως νήχεται λόγοις, βροτὸς δὲ γεννητὸς γυναικὸς ἴσα ὄνῳ ἐρημίτῃ. ( ) 11,13 εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου, ὑπτιάζεις δὲ χεῖρας πρὸς αὐτόν, ( ) 11,14 εἰ ἄνομόν τί ἐστιν ἐν χερσίν σου, πόρρω ποίησον αὐτὸ ἀπὸ σοῦ, ἀδικία δὲ ἐν διαίτῃ σου μὴ αὐλισθήτω. ( ) 11,15 οὕτως γὰρ ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρόν, ἐκδύσῃ δὲ ῥύπον καὶ οὐ μὴ φοβηθῇς· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 34