Livre de Job
11,1 Ὑπολαβὼν δὲ Σωφαρ ὁ Μιναῖος λέγει ( ) 11,2 Ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται· ἢ καὶ ὁ εὔλαλος οἴεται εἶναι δίκαιος., εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος. ( ) 11,3 μὴ πολὺς ἐν ῥήμασιν γίνου, οὐ γάρ ἐστιν ὁ ἀντικρινόμενός σοι. ( ) 11,4 μὴ γὰρ λέγε ὅτι Καθαρός εἰμι τοῖς ἔργοις καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ. ( ) 11,5 ἀλλὰ πῶς ἂν ὁ κύριος λαλήσαι πρὸς σέ., καὶ ἀνοίξει χείλη αὐτοῦ μετὰ σοῦ. ( )

11,6 εἶτα ἀναγγελεῖ σοι δύναμιν σοφίας, ὅτι διπλοῦς ἔσται τῶν κατὰ σέ· καὶ τότε γνώσῃ ὅτι ἄξιά σοι ἀπέβη ἀπὸ κυρίου ὧν ἡμάρτηκας.


( )
11,7 ἦ ἴχνος κυρίου εὑρήσεις ἢ εἰς τὰ ἔσχατα ἀφίκου, ἃ ἐποίησεν ὁ παντοκράτωρ., ( ) 11,8 ὑψηλὸς ὁ οὐρανός, καὶ τί ποιήσεις., βαθύτερα δὲ τῶν ἐν ᾅδου τί οἶδας., ( ) 11,9 ἢ μακρότερα μέτρου γῆς ἢ εὔρους θαλάσσης., ( ) 11,10 ἐὰν δὲ καταστρέψῃ τὰ πάντα, τίς ἐρεῖ αὐτῷ Τί ἐποίησας., ( ) 11,11 αὐτὸς γὰρ οἶδεν ἔργα ἀνόμων, ἰδὼν δὲ ἄτοπα οὐ παρόψεται. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 34