Livre de Job
10,18 ἵνα τί οὖν ἐκ κοιλίας με ἐξήγαγες, καὶ οὐκ ἀπέθανον, ὀφθαλμὸς δέ με οὐκ εἶδεν, ( ) 10,19 καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην., διὰ τί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην., ( ) 10,20 ἦ οὐκ ὀλίγος ἐστὶν ὁ χρόνος τοῦ βίου μου., ἔασόν με ἀναπαύσασθαι μικρὸν ( ) 10,21 πρὸ τοῦ με πορευθῆναι ὅθεν οὐκ ἀναστρέψω, εἰς γῆν σκοτεινὴν καὶ γνοφεράν, ( ) 10,22 εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστιν φέγγος οὐδὲ ὁρᾶν ζωὴν βροτῶν. ( )

11,1 Ὑπολαβὼν δὲ Σωφαρ ὁ Μιναῖος λέγει


19915 Bible des Peuples sur titre chapitre 2023-11-11: Premier discours de Sofar

( )
11,2 Ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται· ἢ καὶ ὁ εὔλαλος οἴεται εἶναι δίκαιος., εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος. ( ) 11,3 μὴ πολὺς ἐν ῥήμασιν γίνου, οὐ γάρ ἐστιν ὁ ἀντικρινόμενός σοι. ( ) 11,4 μὴ γὰρ λέγε ὅτι Καθαρός εἰμι τοῖς ἔργοις καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ. ( ) 11,5 ἀλλὰ πῶς ἂν ὁ κύριος λαλήσαι πρὸς σέ., καὶ ἀνοίξει χείλη αὐτοῦ μετὰ σοῦ. ( ) 11,6 εἶτα ἀναγγελεῖ σοι δύναμιν σοφίας, ὅτι διπλοῦς ἔσται τῶν κατὰ σέ· καὶ τότε γνώσῃ ὅτι ἄξιά σοι ἀπέβη ἀπὸ κυρίου ὧν ἡμάρτηκας. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 34