Livre de Job
10,9 μνήσθητι ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις. ( ) 10,10 ἦ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρωσας δέ με ἴσα τυρῷ., ( ) 10,11 δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας. ( ) 10,12 ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ ἐμοί, ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέν μου τὸ πνεῦμα. ( ) 10,13 ταῦτα ἔχων ἐν σεαυτῷ οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐθέν. ( )

10,14 ἐάν τε γὰρ ἁμάρτω, φυλάσσεις με, ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῷόν με πεποίηκας.


( )
10,15 ἐάν τε γὰρ ἀσεβὴς ὦ, οἴμμοι· ἐάν τε ὦ δίκαιος, οὐ δύναμαι ἀνακύψαι, πλήρης γὰρ ἀτιμίας εἰμί. ( ) 10,16 ἀγρεύομαι γὰρ ὥσπερ λέων εἰς σφαγήν, πάλιν δὲ μεταβαλὼν δεινῶς με ὀλέκεις ( ) 10,17 ἐπανακαινίζων ἐπ ἐμὲ τὴν ἔτασίν μου· ὀργῇ δὲ μεγάλῃ μοι ἐχρήσω, ἐπήγαγες δὲ ἐπ ἐμὲ πειρατήρια. ( ) 10,18 ἵνα τί οὖν ἐκ κοιλίας με ἐξήγαγες, καὶ οὐκ ἀπέθανον, ὀφθαλμὸς δέ με οὐκ εἶδεν, ( ) 10,19 καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην., διὰ τί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 34