Livre de Job
9,8 ὁ τανύσας τὸν οὐρανὸν μόνος καὶ περιπατῶν ὡς ἐπ ἐδάφους ἐπὶ θαλάσσης· ( ) 9,9 ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ ταμίεια νότου· ( ) 9,10 ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. ( ) 9,11 ἐὰν ὑπερβῇ με, οὐ μὴ ἴδω· καὶ ἐὰν παρέλθῃ με, οὐδ ὧς ἔγνων. ( ) 9,12 ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψει., ἢ τίς ἐρεῖ αὐτῷ Τί ἐποίησας., ( )

9,13 αὐτὸς γὰρ ἀπέστραπται ὀργήν, ὑπ αὐτοῦ ἐκάμφθησαν κήτη τὰ ὑπ οὐρανόν.


( )
9,14 ἐὰν δέ μου ὑπακούσηται, ἦ διακρινεῖ τὰ ῥήματά μου. ( ) 9,15 ἐάν τε γὰρ ὦ δίκαιος, οὐκ εἰσακούσεταί μου, τοῦ κρίματος αὐτοῦ δεηθήσομαι· ( ) 9,16 ἐάν τε καλέσω καὶ ὑπακούσῃ, οὐ πιστεύω ὅτι εἰσακήκοέν μου. ( ) 9,17 μὴ γνόφῳ με ἐκτρίψῃ., πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκεν διὰ κενῆς. ( ) 9,18 οὐκ ἐᾷ γάρ με ἀναπνεῦσαι, ἐνέπλησεν δέ με πικρίας. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 34