Livre de Job
9,4 σοφὸς γάρ ἐστιν διανοίᾳ, κραταιός τε καὶ μέγας· τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν., ( ) 9,5 ὁ παλαιῶν ὄρη καὶ οὐκ οἴδασιν, ὁ καταστρέφων αὐτὰ ὀργῇ· ( ) 9,6 ὁ σείων τὴν ὑπ οὐρανὸν ἐκ θεμελίων, οἱ δὲ στῦλοι αὐτῆς σαλεύονται· ( ) 9,7 ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει· ( ) 9,8 ὁ τανύσας τὸν οὐρανὸν μόνος καὶ περιπατῶν ὡς ἐπ ἐδάφους ἐπὶ θαλάσσης· ( )

9,9 ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ ταμίεια νότου·


( )
9,10 ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. ( ) 9,11 ἐὰν ὑπερβῇ με, οὐ μὴ ἴδω· καὶ ἐὰν παρέλθῃ με, οὐδ ὧς ἔγνων. ( ) 9,12 ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψει., ἢ τίς ἐρεῖ αὐτῷ Τί ἐποίησας., ( ) 9,13 αὐτὸς γὰρ ἀπέστραπται ὀργήν, ὑπ αὐτοῦ ἐκάμφθησαν κήτη τὰ ὑπ οὐρανόν. ( ) 9,14 ἐὰν δέ μου ὑπακούσηται, ἦ διακρινεῖ τὰ ῥήματά μου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 34