Livre de Job
7,17 τί γάρ ἐστιν ἄνθρωπος, ὅτι ἐμεγάλυνας αὐτὸν ἢ ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτὸν ( ) 7,18 ἢ ἐπισκοπὴν αὐτοῦ ποιήσῃ ἕως τὸ πρωὶ καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρινεῖς., ( ) 7,19 ἕως τίνος οὐκ ἐᾷς με οὐδὲ προίῃ με, ἕως ἂν καταπίω τὸν πτύελόν μου ἐν ὀδύνῃ., ( ) 7,20 εἰ ἐγὼ ἥμαρτον, τί δύναμαί σοι πρᾶξαι, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων., διὰ τί ἔθου με κατεντευκτήν σου, εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον., ( ) 7,21 καὶ διὰ τί οὐκ ἐποιήσω τῆς ἀνομίας μου λήθην καὶ καθαρισμὸν τῆς ἁμαρτίας μου., νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι, ὀρθρίζων δὲ οὐκέτι εἰμί. ( )

8,1 Ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει


19912 Bible des Peuples sur titre chapitre 2023-11-11: Dieu peut-il fausser la justice ?

( )
8,2 Μέχρι τίνος λαλήσεις ταῦτα., πνεῦμα πολυρῆμον τοῦ στόματός σου. ( ) 8,3 μὴ ὁ κύριος ἀδικήσει κρίνων ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον., ( ) 8,4 εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ, ἀπέστειλεν ἐν χειρὶ ἀνομίας αὐτῶν. ( ) 8,5 σὺ δὲ ὄρθριζε πρὸς κύριον παντοκράτορα δεόμενος. ( ) 8,6 εἰ καθαρὸς εἶ καὶ ἀληθινός, δεήσεως ἐπακούσεταί σου, ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 34