Livre de Job
6,20 καὶ αἰσχύνην ὀφειλήσουσιν οἱ ἐπὶ πόλεσιν καὶ χρήμασιν πεποιθότες. ( ) 6,21 ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως, ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε. ( ) 6,22 τί γάρ., μή τι ὑμᾶς ᾔτησα ἢ τῆς παρ ὑμῶν ἰσχύος ἐπιδέομαι ( ) 6,23 ὥστε σῶσαί με ἐξ ἐχθρῶν ἢ ἐκ χειρὸς δυναστῶν ῥύσασθαί με., ( ) 6,24 διδάξατέ με, ἐγὼ δὲ κωφεύσω· εἴ τι πεπλάνημαι, φράσατέ μοι. ( )

6,25 ἀλλ ὡς ἔοικεν, φαῦλα ἀληθινοῦ ῥήματα, οὐ γὰρ παρ ὑμῶν ἰσχὺν αἰτοῦμαι·


( )
6,26 οὐδὲ ὁ ἔλεγχος ὑμῶν ῥήμασίν με παύσει, οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι. ( ) 6,27 πλὴν ὅτι ἐπ ὀρφανῷ ἐπιπίπτετε, ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν. ( ) 6,28 νυνὶ δὲ εἰσβλέψας εἰς πρόσωπα ὑμῶν οὐ ψεύσομαι. ( ) 6,29 καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον, καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε. ( ) 6,30 οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον· ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 34