Livre de Job
6,13 ἦ οὐκ ἐπ αὐτῷ ἐπεποίθειν., βοήθεια δὲ ἀπ ἐμοῦ ἄπεστιν. ( ) 6,14 ἀπείπατό με ἔλεος, ἐπισκοπὴ δὲ κυρίου ὑπερεῖδέν με. ( ) 6,15 οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσπερ χειμάρρους ἐκ λείπων ἢ ὥσπερ κῦμα παρῆλθόν με· ( ) 6,16 οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασίν μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς· ( ) 6,17 καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν, ( )

6,18 οὕτως κἀγὼ κατελείφθην ὑπὸ πάντων, ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην.


( )
6,19 ἴδετε ὁδοὺς Θαιμανων, ἀτραποὺς Σαβων, οἱ διορῶντες· ( ) 6,20 καὶ αἰσχύνην ὀφειλήσουσιν οἱ ἐπὶ πόλεσιν καὶ χρήμασιν πεποιθότες. ( ) 6,21 ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως, ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε. ( ) 6,22 τί γάρ., μή τι ὑμᾶς ᾔτησα ἢ τῆς παρ ὑμῶν ἰσχύος ἐπιδέομαι ( ) 6,23 ὥστε σῶσαί με ἐξ ἐχθρῶν ἢ ἐκ χειρὸς δυναστῶν ῥύσασθαί με., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 34