Livre de Job
6,11 τίς γάρ μου ἡ ἰσχύς, ὅτι ὑπομένω., ἢ τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή., ( ) 6,12 μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου., ἢ αἱ σάρκες μού εἰσιν χάλκειαι., ( ) 6,13 ἦ οὐκ ἐπ αὐτῷ ἐπεποίθειν., βοήθεια δὲ ἀπ ἐμοῦ ἄπεστιν. ( ) 6,14 ἀπείπατό με ἔλεος, ἐπισκοπὴ δὲ κυρίου ὑπερεῖδέν με. ( ) 6,15 οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσπερ χειμάρρους ἐκ λείπων ἢ ὥσπερ κῦμα παρῆλθόν με· ( )

6,16 οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασίν μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς·


( )
6,17 καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν, ( ) 6,18 οὕτως κἀγὼ κατελείφθην ὑπὸ πάντων, ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην. ( ) 6,19 ἴδετε ὁδοὺς Θαιμανων, ἀτραποὺς Σαβων, οἱ διορῶντες· ( ) 6,20 καὶ αἰσχύνην ὀφειλήσουσιν οἱ ἐπὶ πόλεσιν καὶ χρήμασιν πεποιθότες. ( ) 6,21 ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως, ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 34