Livre de Job
6,6 εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός., εἰ δὲ καὶ ἔστιν γεῦμα ἐν ῥήμασιν κενοῖς., ( ) 6,7 οὐ δύναται γὰρ παύσασθαί μου ἡ ψυχή· βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος. ( ) 6,8 εἰ γὰρ δῴη, καὶ ἔλθοι μου ἡ αἴτησις, καὶ τὴν ἐλπίδα μου δῴη ὁ κύριος. ( ) 6,9 ἀρξάμενος ὁ κύριος τρωσάτω με, εἰς τέλος δὲ μή με ἀνελέτω. ( ) 6,10 εἴη δέ μου πόλις τάφος, ἐφ ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ αὐ τῆς, οὐ μὴ φείσωμαι· οὐ γὰρ ἐψευσάμην ῥήματα ἅγια θεοῦ μου. ( )

6,11 τίς γάρ μου ἡ ἰσχύς, ὅτι ὑπομένω., ἢ τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή.,


( )
6,12 μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου., ἢ αἱ σάρκες μού εἰσιν χάλκειαι., ( ) 6,13 ἦ οὐκ ἐπ αὐτῷ ἐπεποίθειν., βοήθεια δὲ ἀπ ἐμοῦ ἄπεστιν. ( ) 6,14 ἀπείπατό με ἔλεος, ἐπισκοπὴ δὲ κυρίου ὑπερεῖδέν με. ( ) 6,15 οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσπερ χειμάρρους ἐκ λείπων ἢ ὥσπερ κῦμα παρῆλθόν με· ( ) 6,16 οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασίν μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 34