Livre de Job
5,26 ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θερι ζόμενος ἢ ὥσπερ θιμωνιὰ ἅλωνος καθ ὥραν συγκομισθεῖσα. ( ) 5,27 ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν, ταῦτά ἐστιν ἃ ἀκηκόαμεν· σὺ δὲ γνῶθι σεαυτῷ εἴ τι ἔπραξας. ( ) 6,1 Ὑπολαβὼν δὲ Ιωβ λέγει ( ) 6,2 Εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν, ( ) 6,3 καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται· ἀλλ ὡς ἔοικεν, τὰ ῥήματά μού ἐστιν φαῦλα. ( )

6,4 βέλη γὰρ κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με.


( )
6,5 τί γάρ., μὴ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ ἢ τὰ σῖτα ζητῶν., εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα., ( ) 6,6 εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός., εἰ δὲ καὶ ἔστιν γεῦμα ἐν ῥήμασιν κενοῖς., ( ) 6,7 οὐ δύναται γὰρ παύσασθαί μου ἡ ψυχή· βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος. ( ) 6,8 εἰ γὰρ δῴη, καὶ ἔλθοι μου ἡ αἴτησις, καὶ τὴν ἐλπίδα μου δῴη ὁ κύριος. ( ) 6,9 ἀρξάμενος ὁ κύριος τρωσάτω με, εἰς τέλος δὲ μή με ἀνελέτω. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 34