Livre de Job
5,23 θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσίν σοι. ( Mc 1,13 , ) 5,24 εἶτα γνώσῃ ὅτι εἰρηνεύσει σου ὁ οἶκος, ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ. ( ) 5,25 γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου, τὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ. ( ) 5,26 ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θερι ζόμενος ἢ ὥσπερ θιμωνιὰ ἅλωνος καθ ὥραν συγκομισθεῖσα. ( ) 5,27 ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν, ταῦτά ἐστιν ἃ ἀκηκόαμεν· σὺ δὲ γνῶθι σεαυτῷ εἴ τι ἔπραξας. ( )

6,1 Ὑπολαβὼν δὲ Ιωβ λέγει


19911 Bible des Peuples sur titre chapitre 2023-11-11: Pourquoi donnes-tu à l'homme une telle importance ?

3916 Bible des peuples sur verset 2018-12-24: Job s’irrite contre ses amis qui font des discours mais ne lui apportent pas la paix. Maintenant, il demande à Dieu de le laisser mourir avant qu’il ne se révolte contre lui sous la pression du mal (6.8-10).

( )
6,2 Εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν, ( ) 6,3 καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται· ἀλλ ὡς ἔοικεν, τὰ ῥήματά μού ἐστιν φαῦλα. ( ) 6,4 βέλη γὰρ κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με. ( ) 6,5 τί γάρ., μὴ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ ἢ τὰ σῖτα ζητῶν., εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα., ( ) 6,6 εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός., εἰ δὲ καὶ ἔστιν γεῦμα ἐν ῥήμασιν κενοῖς., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 34