Livre de Job
3,21 οἳ ὁμείρονται τοῦ θανάτου καὶ οὐ τυγχάνουσιν ἀνορύσσοντες ὥσπερ θησαυρούς, ( ) 3,22 περιχαρεῖς δὲ ἐγένοντο, ἐὰν κατατύχωσιν. ( ) 3,23 θάνατος ἀνδρὶ ἀνάπαυμα, συνέκλεισεν γὰρ ὁ θεὸς κατ αὐτοῦ· ( ) 3,24 πρὸ γὰρ τῶν σίτων μου στεναγμός μοι ἥκει, δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ· ( ) 3,25 φόβος γάρ, ὃν ἐφρόντισα, ἦλθέν μοι, καὶ ὃν ἐδεδοίκειν, συνήντησέν μοι. ( )

3,26 οὔτε εἰρήνευσα οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην, ἦλθεν δέ μοι ὀργή.


( )
4,1 Ὑπολαβὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει ( ) 4,2 Μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ., ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει., ( ) 4,3 εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς καὶ χεῖρας ἀσθενοῦς παρεκάλεσας ( ) 4,4 ἀσθενοῦντάς τε ἐξανέστησας ῥήμασιν γόνασίν τε ἀδυνατοῦσιν θάρσος περιέθηκας, ( ) 4,5 νῦν δὲ ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου, σὺ δὲ ἐσπούδασας. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 34