Livre de Job
3,12 ἵνα τί δὲ συνήντησάν μοι γόνατα., ἵνα τί δὲ μαστοὺς ἐθήλασα., ( ) 3,13 νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην ( ) 3,14 μετὰ βασιλέων βουλευτῶν γῆς, οἳ ἠγαυριῶντο ἐπὶ ξίφεσιν, ( ) 3,15 ἢ μετὰ ἀρχόντων, ὧν πολὺς ὁ χρυσός, οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου, ( ) 3,16 ἢ ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς ἢ ὥσπερ νήπιοι, οἳ οὐκ εἶδον φῶς. ( )

3,17 ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν θυμὸν ὀργῆς, ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι·


( )
3,18 ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι οὐκ ἤκουσαν φωνὴν φορολόγου· ( ) 3,19 μικρὸς καὶ μέγας ἐκεῖ ἐστιν καὶ θεράπων οὐ δεδοικὼς τὸν κύριον αὐτοῦ. ( ) 3,20 ἵνα τί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς., ( ) 3,21 οἳ ὁμείρονται τοῦ θανάτου καὶ οὐ τυγχάνουσιν ἀνορύσσοντες ὥσπερ θησαυρούς, ( ) 3,22 περιχαρεῖς δὲ ἐγένοντο, ἐὰν κατατύχωσιν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 34